TLG 1313 003 :: DIEUCHIDAS :: Fragmenta

DIEUCHIDAS Hist.
(Megareus: 4 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 388–390.

frr. 1–12

Citation: Fragment — (line)

t1-12

ΜΕΓΑΡΙΚΑ.

1

Clemens Alex. Strom. VI.: Διευχίδας τε ὁ Μεγαρικὸς τὴν ἀρχὴν τοῦ λόγου ἐκ τῆς Ἑλλανίκου Δευκαλιωνίας μετέλαβεν.

t2a-3

E LIBRO TERTIO.

2a

Harpocratio: Ἀγυιᾶς ... Ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. Ἰδίους δὲ εἶναί φασιν αὐτοὺς Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ... Φασὶ δ’ αὐτὸ ἴδιον εἶναι Δωριέων, ὡς δῆλον ποιεῖ
5Διευχίδας ἐν τῇ γʹ
τῶν Μεγαρικῶν.388

2b

Schol. Aristoph. Vesp. 875: Περὶ τοῦ ἀγυιέως Ἀπόλλωνος Διευχίδας οὕτως γράφει· «Ἐν δὲ τῷ ἰατρῷ τοῦτο διαμένει, καὶ ἔτι καὶ νῦν ἐστιν ὡς ἀγυιεὺς τῶν Δωριέων
5οἰκησάντων ἐν τῷ τόπῳ ἀνάθημα. Καὶ οὗτος καταμη‐ νύει ὅτι Δωριέων ἐστὶ τὰ τῶν Ἑλλήνων· τούτοις γὰρ ἐπὶ τὰς στρατιὰς * φάσματος οἱ Δωριεῖς ἀπομιμούμενοι τὰς ἀγυιὰς ἱστᾶσιν ἔτι καὶ νῦν τῷ Ἀπόλλωνι.»

3

Schol. Pind. Nem. IX, 30: Διευχίδας δὲ ἐν τῷ τρίτῳ τῶν Μεγαρικῶν τὸ μὲν κενήριον Ἀδράστου ἐν Σικυῶνί φησιν, ἀποκεῖ‐ σθαι δὲ αὐτὸν ἐν Μεγάροις.

t4-5

E LIBRO QUARTO.

4

Clemens Alex. Strom. I.: Διευ‐ χίδας γὰρ ἐν τετάρτῳ Μεγαρικῶν περὶ τὸ διακοσιοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως τὴν ἀκμὴν Λυκούργου φέρει.

5

Plutarch. Lycurg. c. 2: Σιμωνίδης ὁ ποιητὴς οὐκ Εὐνόμου λέγει τὸν Λυκοῦργον πατρὸς, ἀλλὰ Πρυτάνι‐ δος καὶ τὸν Λυκοῦργον καὶ τὸν Εὔνομον, οἱ δὲ πλεῖστοι σχεδὸν οὐχ οὕτω γενεαλογοῦσιν, ἀλλὰ Προκλέους μὲν
5τοῦ Ἀριστοδήμου γενέσθαι Σόον· Σόου δὲ Εὐρυπῶντα, τούτου δὲ Πρύτανιν, ἐκ τούτου δὲ Εὔνομον, Εὐνόμου δὲ Πολυδέκτην ἐκ προτέρας γυναικὸς, Λυκοῦργον δὲ νεώ‐ τερον ἐκ Διωνάσσης, ὡς Διευτυχίδας ἱστόρηκεν, ἕκτον μὲν ἀπὸ Προκλέους, ἑνδέκατον δὲ
10ἀφ’ Ἡρακλέους.

t6

E LIBRO QUINTO.

6

Diog. L. I, 57 de Solone: Τά τε Ὁμήρου ἐξ ὑποβολῆς γέγραφε ῥαψῳδεῖσθαι, οἷον ὅπου ὁ πρῶτος ἔληξεν, ἐκεῖθεν ἄρχεσθαι τὸν ἐχόμενον. Μᾶλλον οὖν Σόλων Ὅμηρον ἐφώτισεν ἢ Πεισίστρατος, ὥς φησι
5Διευχίδας ἐν πέμπτῳ Μεγαρικῶν.

t7-12

E LIBRIS INCERTIS.

7

Athenaeus VI: Διευχίδας δ’ ἐν τοῖς Μεγα‐ ρικοῖς «** τὰς καλουμένας (φησὶν) Ἀραιὰς (μεταξὺ δὲ τῆς Κνίδου καὶ τῆς Σύμης εἰσί), γενομένης διαφορᾶς τοῖς συνεξορμήσασι τῷ Τριόπᾳ μετὰ τὸν ἐκείνου θάνα‐
5τον, καὶ τῶν μὲν εἰς τὸ Δώτιον ἀναχωρησάντων, οἱ μὲν μετὰ Φόρβαντος μείναντες εἰς Ἰηλυσὸν ἦλθον, οἱ δὲ μετὰ Περιέργου τὴν Καμειρίδα κατέσχον. Τότε λέγε‐ ται καταράσασθαι τὸν Περίεργον τῷ Φόρβαντι, καὶ διὰ τοῦτο τὰς νήσους Ἀραιὰς κληθῆναι. Ναυαγήσας
10δ’ ὁ Φόρβας καὶ Παρθενία, ἡ τοῦ Φόρβαντος καὶ τοῦ Περιέργου ἀδελφὴ, διενήξαντο εἰς Ἰηλυσὸν περὶ τὸν καλούμενον τόπον Σχεδίαν. Καὶ αὐτοῖς περιτυχὼν Θαμνεὺς, ὃς ἐτύγχανε κατὰ τὴν Σχεδίαν κυνηγετῶν, ἦγεν ὡς ξενίσων εἰς οἶκον, καὶ τὸν οἰκέτην ἀπέστειλεν
15ἀπαγγελοῦντα τῇ γυναικὶ τἀπιτήδεια παρασκευάζειν, ὡς ἄγοντος αὐτοῦ ξένους. Ἐλθὼν δ’ εἰς οἶκον, ὡς οὐδὲν εὗρε παρεσκευασμένον, αὐτὸς ἐπιβαλὼν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα, καὶ τἄλλα τἀκόλουθα, ἔπειτα ἀλέσας
ἐξένισεν αὐτούς. Καὶ ὁ Φόρβας οὕτως ἐπὶ τῷ ξενισμῷ389
20ἥσθη, ὡς καὶ τὸν βίον τελευτῶν ἐπέσκηψε τοῖς φίλοις, δι’ ἐλευθέρων τοὺς ἐναγισμοὺς ἐπιτελεῖν αὐτῷ, καὶ τὸ ἔθος διαμένει ἐν τῇ θυσίᾳ τοῦ Φόρβαντος. Ἐλεύθεροι γάρ εἰσιν οἱ διακονοῦντες, δούλῳ δὲ προσελθεῖν οὐκ ἔστιν ὅσιον.»

8

Schol. Apollon. Rhod. I, 517: Διευχίδας δὲ ἐν τοῖς Μεγαρικοῖς ἱστορεῖ, ὅτι Ἀλκάθους ὁ Πέλοπος διὰ τὸν Χρυσίππου φόνον φυγαδευθεὶς ἐκ Με‐ γάρων, ἀπήρχετο κατοικήσων εἰς ἑτέραν πόλιν. Καὶ δὴ
5περιπεσὼν λέοντι λυμαινομένῳ τὰ Μέγαρα (ἐφ’ ὃν καὶ ἕτεροι ἦσαν ἀπεσταλμένοι ὑπὸ τοῦ βασιλέως τῶν Με‐ γάρων) καταγωνίζεται τοῦτον, καὶ τὴν γλῶτταν αὐτοῦ εἰς πήραν θέμενος, ἐπανῆλθεν αὖθις εἰς τὰ Μέγαρα. Καὶ ἀπαγγελλόντων τῶν ἀπεσταλμένων ἐπὶ τὴν θήραν,
10ὅτι αὐτοί εἰσιν οἱ κατηγωνισμένοι τὸ θηρίον, προσκο‐ μίσας τὴν πήραν, ἤλεγξεν αὐτούς. Διόπερ θύσας τοῖς θεοῖς ὁ βασιλεὺς, τὸ τελευταῖον τὴν γλῶσσαν ἐπέθηκε τοῖς βωμοῖς· καὶ ἀπὸ τότε ἔθος τοῦτο διέμεινεν Μεγα‐ ρεῦσι.

9

Idem ibid. I, 118: Ἀμυθάονος, τοῦ Κρηθέως, τοῦ Αἰόλου, τοῦ Ἕλληνος, τοῦ Διὸς καὶ Δωρίππης, γίνε‐ ται Μελάμπους, ὥς φησι Διευχίδας. Κληθῆναι δὲ αὐτὸν οὕτως διὰ
5τὸ τεκοῦσαν τὴν μητέρα ἐκθεῖναι αὐτὸν εἰς σύνδενδρον τόπον, τοὺς δὲ πόδας μελανθῆναι τῷ ἡλίῳ, ἀσκίους ὄντας.

10

Steph. Byz.: Σκίρφαι, πόλις Φωκική. Τὸ ἐθνι‐ κὸν Σκίρφιος καὶ Σκιρφαῖος, ὡς Διευχίδας φησίν.

11

Harpocratio: Γερανία ... ἔστι δὲ ὄρος Μεγαρίδος, ὡς Διευχίδας.

12

Parthenius Erot. c. 13: Περὶ Ἁρπαλύκης. Ἱστορεῖ Εὐφορίων Θρᾳκὶ καὶ Διευχίδας. Κλύμενος δὲ ὁ Τελέως ἐν Ἄργει γήμας Ἐπικάστην γεννᾷ παῖδας, ἄρρενας μὲν Ἴδαν καὶ Θήραγρον, θυγα‐
5τέρα δὲ Ἁρπαλύκην, πολύ τι τῶν ἡλίκων θηλειῶν κάλ‐ λει διαφέρουσαν. Ταύτης εἰς ἔρωτα ἐλθὼν χρόνον μέν τινα ἐκαρτέρει καὶ περιῆν τοῦ παθήματος· ὡς δὲ πολὺ μᾶλλον αὐτὸν ὑπέρρει τὸ νόσημα, τότε διὰ τῆς τροφοῦ κατεργασάμενος τὴν κόρην, λαθραίως αὐτῇ συνῆλθεν.
10Ἐπεὶ μέντοι γάμου καιρὸς ἦν καὶ παρῆν Ἀλάστωρ, εἷς τῶν Νηλειδῶν, ἀξόμενος αὐτὴν, ᾧ καθωμολόγητο, πα‐ ραχρῆμα μὲν ἐνεχείρισε, πάνυ λαμπροὺς γάμους δαί‐ σας· μεταγνοὺς δὲ οὐ πολὺ ὕστερον διὰ τὸ ἔκφρων εἶ‐ ναι καταθεῖ τὸν Ἀλάστορα, καὶ
15περὶ μέσην ὁδὸν αὐτῶν ἤδη ὄντων, ἀφαιρεῖται τὴν κό‐ ρην, ἀγόμενός τε εἰς Ἄργος ἀναφανδὸν αὐτῇ ἐμίσγετο. Ἡ δὲ δεινὰ καὶ ἔκνομα πρὸς τοῦ πατρὸς ἀξιοῦσα πε‐ πονθέναι, τὸν νεώτερον ἀδελφὸν κατακόπτει, καί τινος ἑορτῆς καὶ θυσίας παρ’ Ἀργείοις τελουμένης, ἐν ᾗ δη‐
20μοσίᾳ πάντες εὐωχοῦνται, τότε σκευάσασα τὰ κρέα τοῦ παιδὸς παρατίθησι τῷ πατρί. Καὶ ταῦτα δράσασα αὐτὴ μὲν εὐξαμένη θεοῖς ἐξ ἀνθρώπων ἀπαλλαγῆναι, μεταβάλλει τὴν ὄψιν εἰς χαλκίδα ὄρνιν· Κλύμενος δὲ,
ὡς ἔννοιαν ἔλαβε τῶν συμφορῶν, διαχρῆται ἑαυτόν.390